Ποίημα Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου Στυλιανοῦ Μακρῆ, Δρ. Θ.
Εὐλογήσαντος τοῦ Ἱερέως, λέγομεν τὸν παρόντα ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ᾖρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός Σού εἰμι.
Καὶ εὐθὺς ψάλλομεν.
Ἦχος δ΄.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια.
Ἧχος δ΄. Ὁ Ὑψωθείς.
Τὸν ἐν νυκτὶ τῆς ἀθεΐας ὡς ἄστρον, φωταγωγήσαντα Ῥωσσίας τὴν χώραν, καὶ ἀκαμπεῖ φρονήματι τὴν πίστιν Χριστοῦ, ἐν αὐτῇ ὁμολογήσαντα, εὐθαρσῶς καὶ στηρίξαντα, ἀκεσίμῳ χάριτι, λαὸν τὸν τοῦ Κυρίου, τὸν ἰατρείαις ὄντως θαυμαστόν, πάντες προφρόνως, Λουκᾶν ἀνυμνήσωμεν.
Δόξα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον.
Ἰατρῶν τὸ ἀγλάϊσμα καὶ τὸ καύχημα, Ἱεραρχῶν τε καὶ κλέος τῆς Ἐκκλησίας Χριστοῦ, τὸν Ποιμένα τὸν καλὸν Συμφερουπόλεως, θεῖον Λουκᾶν τὸν ἰατρόν, ἐν ᾠδαῖς πνευματικαῖς ὑμνήσωμεν γηθοσύνως, ὅτι πηγάζει πλουσίως, τῶν ἰαμάτων τὰ χαρίσματα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ὑμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Εἶτα λέγομεν τὸν παρόντα ψαλμόν.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πᾶσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς Σου καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.
Εἶτα ψάλλομεν τὸν παρόντα κανόνα, οὗ ἡ ἀκροστιχίς:
ΛΟΥΚΑ ΙΑΤΡΕ, ΙΑΣΑΙ ΜΕ, ΣΟΙ ΚΡΑΖΩ ΓΟΕΡΩΣ. Σ(τυλιανοῦ).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Λουκᾶν εὐφημήσωμεν οἱ πιστοί, Ἱεράρχην μέγαν καὶ θαυμάσιον ἰατρόν, χάριν ἐκζητοῦντες ἰαμάτων, ἀντιδωρούμενοι τούτῳ τὸν ἔπαινον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ θαύματα θεῖα ἐπιτελῶν, πήγασον ταχέως, τοῖς νοσοῦσι θαυματουργῶς, ῥεῖθρα θεραπείας ἀπὸ νόσων, Λουκᾶ, ψυχῶν καὶ σωμάτων δεόμεθα.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑπόδικος γέγονα ἀληθῶς, ἐξ ἁμαρτιῶν μου, παροργίσας Λουκᾶ σεμνέ, τὸν κριτὴν τῶν πάντων ὅθεν σπεύδω, συνήγορόν σε εὑρεῖν ὁ ταλαίπωρος.
Θεοτοκίον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Καρδίας μου κάθαρον μολυσμόν, Ἁγνὴ ἡ ἐν βίῳ, ἀκραιφνεῖ τε καὶ καθαρῷ, Μήτηρ γενομένη τοῦ Σωτῆρος, καὶ ὑπερτέρα τῶν ἄνω δυνάμεων.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀτεκνίαν καὶ νόσους, ὡς ἰατρὸς ἄριστος, ἀνιάτους τῇ σῇ πρεσβείᾳ, πάτερ θεράπευσον, Λουκᾶ πανόλβιε, δοὺς τὴν ὑγείαν ἀπαύστως, τοῖς θερμῶς προστρέχουσιν, ἐπὶ λειψάνοις σου.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱεραῖς μελῳδίαις, τῶν εὐσεβῶν ᾄδει σοι, ὁ χορὸς αἰτούμενος πίστει, τὴν προστασίαν σου, Λουκᾶ θεσπέσιε, ὅτι θερμότατον πάτερ, εὕρατό σε ἔφορον, καὶ ἀντιλήπτορα.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀκενόδοξον τήρει, τὸν λογισμὸν ἅγιε, τῶν παρὰ Κυρίου θελόντων, στέφος κομίσασθαι, ὡς ἂν θεόσοφε, σὴν βιοτὴν μιμηθέντες, εἰς τὸ ταπεινώσεως, ὕψος ἀρθήσωνται.
Θεοτοκίον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τελωνίων τὴν ὄψιν, τὴν φοβερὰν Δέσποινα, ἐν τῇ τοῦ θανάτου μου ὥρᾳ, φυγεῖν με Ἄχραντε, λιταῖς ἀξίωσον, Λουκᾶ σεπτοῦ Ἱεράρχου, ὅπως εἰσελεύσωμαι, εἰς τὸν Παράδεισον.
Διάσωσον, ἐξ ἀλγηδόνων καὶ νόσων ποικιλομόρφων, ἀνιάτων ἀσθενειῶν Λουκᾶ τοὺς ἱκέτας σου, διδοὺς τὴν κατ’ ἄμφω αὐτοῖς ὑγείαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Νοσοῦντας Λουκᾶ σεμνὲ ἐπισκεψάμενος, ἐκ νόσων δεινῶν ταχέως τούτους ἴασας, καὶ παθῶν τὴν ὄχλησιν ὡς καλὸς ἰατρὸς ἐξηφάνισας, χειρουργικῶς καρδίας ἐκτεμών, πρεσβείᾳ τῇ σῇ ἀποχρησάμενος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥαντισμῷ τῆς σῆς χάριτος, πότισον τὸ δένδρον πάτερ, ἀσκήσεως, τῆς ἐμῆς ὅπως πολύκαρπον, εὑρεθέν ἐκφύγῃ τμῆσιν ἅγιε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐξακόντισον ἅγιε, Πνεύματος τὰ βέλη πρὸς τὸν μισόθεον, ἀντικείμενον καὶ λύτρωσαι, πάντας τοὺς ἱκέτας σου ἐκ θλίψεως.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰατρὲ ἱκανώτατε, σπεῦσον θεραπεῦσαι τοὺς ἀνυμνοῦντάς σε, ἵνα πάντες ἀπολαύσωμεν, τῆς θαυματουργοῦ ἀκεστορίας σου.
Θεοτοκίον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀγαπήσασα Κύριον, ὅλως ἐκ ψυχῆς σου ἡγήσω Ἄχραντε, εἶναι σκύβαλα καὶ μάταια, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον.
Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Σκόλοπα σαρκός, καὶ ψυχῆς τὰ καρκινώματα, ἀρρωστίαν καὶ τὰ πάθη μου, Λουκᾶ, μὴ βραδύνῃς θεραπεῦσαι ἀξιάγαστε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἄνοιξον νοός, τοῦ ἱκέτου σου τὰ ὄμματα, ἵνα τύφλωσιν Λουκᾶ πνευματικήν, διαφύγῳ κατοπτεύσας φῶς τὸ ἄϋλον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἴασαι Λουκᾶ, τὴν καρδίαν καὶ τοὺς πνεύμονας, τοὺς νεφροὺς καὶ τὰ ἐντός μου ἐν σαρκί, πανταχόθεν βεβλημένῃ πάτερ ἅγιε.
Θεοτοκίον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μῆτερ τοῦ Θεοῦ, μητρικῶς ὑπὸ τὴν σκέπην σου, διαφύλαττε τὸ πλήρωμα ἀεί, Ἐκκλησίας τοῦ Υἱοῦ σου Ἀειπάρθενε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐπίληπτος, γεγονὼς ὁ ἄθλιος, τὴν καλὴν ἀπολογίαν οὐκ ἔχω, ἐπὶ τοῦ βήματος τοῦ ἀδεκάστου, πάτερ κριτοῦ καὶ ἑτοίμη μοι κόλασις, διὸ Λουκᾶ ὑπὲρ ἐμοῦ, τὸν Δεσπότην ἀεὶ καθικέτευε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Σβεστήριος, τῆς σαρκὸς πυρώσεως, ὁ τῆς χάριτός σου ὄμβρος ὑπάρχει, ὅθεν τὴν δρόσον τοῦ Πνεύματος πᾶσιν, ἡμῖν κατάπεμψον ἔνδοξε ἅγιε, σὺ γὰρ γιγνώσκεις ἀσφαλῶς, τῶν παθῶν χορηγεῖν τὸ ἀντίδοτον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁμόνοιαν, καὶ ἀγάπην δίδαξον, ὀρθοδόξων τὰ συστήματα πάτερ, καθοδηγῶν πρὸς ἑνότητα πάντας, θεῖε Λουκᾶ καὶ εἰς ἕτερα σχίσματα, μὴ ἐπιτρέψῃς ἐμπεσεῖν, τὴν Χριστοῦ Ἐκκλησίαν σεβάσμιε.
Θεοτοκίον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱμάτιον, τῆς ψυχῆς ἐσπίλωσα, ἀπὸ ῥύπου ἁμαρτίας τὸ σῶμα, καὶ σοὶ κραυγάζω ἐκ βάθους καρδίας· Ἁγνὴ Παρθένε ταχέως μὲ κάθαρον, ὅπως εἰσέλθῳ οὖν κἀγώ, εἰς Νυμφῶνα οὐράνιον Δέσποινα.
Διάσωσον, ἐξ ἀλγηδόνων καὶ νόσων ποικιλομόρφων, ἀνιάτων ἀσθενειῶν Λουκᾶ τοὺς ἱκέτας σου, διδοὺς τὴνκατ’ ἄμφω αὐτοῖς ὑγείαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄ Τοῖς τῶν αἱμάτων σου.
Ὡς τῶν κλεινῶν Ἀναργύρων ὅμότιμος καὶ θαυμασταῖς ἰατρίαις ὁμότροπος, Λουκᾶ Ἱεράρχα θεσπέσιε, τοῖς αἰτουμένοις ἐκ νόσων τὴν ἴασιν, παράσχου ταχὺ ὡς εὐσυμπάθητος.
Προκείμενον:
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος:
Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν, ἐξανθήσει.
Εὐαγγέλιον:
(Κατὰ Λουκᾶν: κεφ. 6, στ. 17-19, κεφ. 9, στ. 1-2, κεφ.10, στ. 16-21)
Τῷ καιρῷ ἐκείνῳ ἦλθε πρὸς τὸν Ἰησοῦν ὄχλος μαθητῶν Αὑτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ’ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς Αὑτοῦ, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν Βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας. Καὶ ἔλεγεν αὐτοῖς· Ὁ ἀκούων ὑμῶν Ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς Ἐμὲ ἀθετεῖ· ὁ δὲ Ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά Με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς, λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί Σου. Εἶπε δὲ αὐτοῖς· Ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ μᾶλλον, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· Ἐξομολογοῦμαί Σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν Σου.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στ.: Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἅπασα πανόλβιε, ἡ οἰκουμένη καυχᾶται, ἐπὶ τῇ θεόφρονι, βιοτῇ σου ἅγιε ὡς στερρώτατα, διωγμοὺς θλίψεις τε, καὶ πολλὰς βασάνους, φυλακὰς καὶ συνειδήσεως, πάτερ μαρτύριον, ἐκ τῆς ἀθεΐας ὑπήνεγκας, καὶ πίστει ὡμολόγησας, τὸν Χριστὸν τὸν σὲ θαυμαστώσαντα, ὅθεν καὶ ἐν ὕμνοις, τὸν ἔπαινον προσάγει σοι Λουκᾶ, καὶ ἐξαιτεῖται τὴν εὔτονον, ὄλβιε πρεσβείαν σου.
Εἶτα ὁ ἱερεύς: Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…
Ἐλέει καὶ οἰκτιρμοῖς…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Κληρονόμος ὑπάρχων, ἀγαθῶν αἰωνίων Λουκᾶ μακάριε, τὸν κλῆρον ἐπευλόγει, καὶ τὸν λαὸν Κυρίου, τὸν πιστόν, θεοτίμητε, νέμων τὸν πλοῦτον αὐτοῖς, ἀεὶ τῶν σῶν θαυμάτων.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥῶσιν πᾶσι παρέχων, τοῖς θερμῶς ἐκζητοῦσι τὴν σὴν ἀντίληψιν, κατὰ τὴν χρείαν δίδου, ἑκάστου τὴν ἰδίαν, τὰ ἰάματα ἅγιε, ποικιλοτρόπως Λουκᾶ, δύνασαι γὰρ ἰᾶσθαι.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀθεΐας τὴν πλάνην, βλασφημίαν αἱρέσεως πάτερ κάθελε, καὶ λύμην τῶν ποικίλων, σχισμάτων Ἐκκλησίας, καὶ σκανδάλων τὴν ἔφοδον, ὡς ὀρθοδόξων πιστῶν, προστάτης θεοφόρε.
Θεοτοκίον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ζωοδόχος ὑπάρχεις, καὶ πηγὴ ἡ ἀκένωτος Παμμακάριστε, πηγάζουσα ἀφθόνως, τοῖς σοὶ προσερχομένοις, τὰ σωτήρια νάματα, ὡς χορηγὸς δωρεῶν, Σεμνὴ ἐπουρανίων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὢ τῶν θαυμάτων, τῶν σῶν Λουκᾶ Ἱεράρχα! δι’ ὧν σὺ ἐνεργεῖς τὸ συμφέρον, πάντων τῶν χρηζόντων, τῆς σῆς ἐπικουρίας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Γόνυ σοὶ κλίνων, ἐν ταπεινώσει καρδίας, προσκυνῶ τὴν εἰκόνα σου πάτερ, καὶ τὰ λείψανά σου, ἀσπάζομαι ἐν πίστει.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ μυστιπόλος, ὁ ἱερὸς τοῦ Ὑψίστου, εἰς τὴν ἄνω μνημόνευε μάκαρ, θείαν λειτουργίαν, τῶν σὲ ὑμνολογούντων.
Θεοτοκίον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἔαρ Παρθένε, τὸ μυστικόν σωτηρίας, φῶς τὸ θεῖον ἀνάτελλε πᾶσι, παύουσα χειμῶνα, Σεμνὴ τῆς ἁμαρτίας.
ᾨδὴ θ ΄. Κυρίως Θεοτόκον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥωσσίας θεῖε γόνε, σοῖς ὁμοεθνέσι, καὶ τοῖς τιμῶσι σὲ Ἕλλησιν πάρεχε, ἀεὶ Λουκᾶ θεοφόρε, τὴν εὐλογίαν σου.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὦ μέγα Ἱεράρχα, ἡ τοῦ τέλους ὥρα, νῦν μοι ἐγγίζει καὶ πάρεστι θάνατος, διὸ σοὶ φρίττων κραυγάζω· Μὴ ἐπιλάθῃ μου.
Δόξα.
Σαρκός μου τὴν ὀδύνην, τὴν ἐξ ἁμαρτίας, εἰς ἡδονὴν τὴν τοῦ Πνεύματος ἅγιε, μετασκευάζων πρεσβείαις, ῥύου με πάντοτε.
Καὶ νῦν.
Σκεπάσασα Παρθένε, τοὺς ἐξορισθέντας, ἐκ τῆς Ἐδὲμ ἀνακτῆσαι βοήθησον, ποθεινοτάτην πατρίδα, ὡς θεία σύμμαχος.
Ἄξιόν ἐστιν καὶ τὰ παρόντα μεγαλυνάρια.
Τῆς Συμφερουπόλεως τὸν καλόν, τοῦ Χριστοῦ ποιμένα, τὴν κρηπίδα τῶν ἰατρῶν, τὸν ἐπικουρίαν, τοῖς πάσχουσιν ταχέως, παρέχοντα ἐν ὕμνοις, Λουκᾶν τιμήσωμεν.
Χαίρει Συμφερούπολις πανδημεί, ἐν Κυρίῳ πάτερ, ἡ κατέχουσα τὰ σεπτά, θεῖα λείψανά σου, ὡς τίμιον καὶ μέγα, θησαύρισμα καὶ σέβας, Λουκᾶ θεόπλουτε.
Χαίροις ὁ Ῥωσσίας θεῖος βλαστός, καὶ τῶν ἀσθενούντων, συμπαθέστατος ἰατρός, χαίροις ἀθεΐας, Λουκᾶ ὁ καθαιρέτης, ὁ χάριτας θαυμάτων, πᾶσι δωρούμενος.
Ἴασαι καρδίας καὶ ὀφθαλμῶν, καὶ νεφρῶν τὴν βλάβην, ἀτεκνίαν Λουκᾶ σοφέ, ὄγκους ἐγκεφάλου, μελῶν παραλυσίαν, καρκίνον λευχαιμίαν, καὶ νευροπάθειαν.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον.
Ἰατρῶν τὸ ἀγλάϊσμα καὶ τὸ καύχημα, Ἱεραρχῶν τε καὶ κλέος τῆς Ἐκκλησίας Χριστοῦ, τὸν Ποιμένα τὸν καλὸν Συμφερουπόλεως, θεῖον Λουκᾶν τὸν ἰατρόν, ἐν ᾠδαῖς πνευματικαῖς ὑμνήσωμεν γηθοσύνως, ὅτι πηγάζει πλουσίως, τῶν ἰαμάτων τὰ χαρίσματα.
Εἶτα ἐκτενὴς καὶ ἐν τῇ ἀπολύσει τὸ παρόν.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε οἱ χοροὶ τῶν εὐσεβῶν, πίστει μὲν προσδράμωμεν τάχει, τῷ θείῳ τούτῳ Ναῷ, τοῦ λαμπροῦ ἀκέστορος καὶ ἀναργύρου Λουκᾶ, προσπεσόντες δὲ ἅπαντες, αὐτοῦ τοῖς λειψάνοις, χάριν αἰτησώμεθα ἰατρικὴν παρ’ αὐτοῦ, ὅτι οὖς εὐήκοον τείνει, ἀντιλαμβανόμενος πάντων, θεραπευτικῶς ὡς εὐπαράκλητος.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Αμήν.
Στυλιανός, Λουκᾶ, ὕμνον σοὶ ᾄδει,
ὅθεν τοῦτον, σεμνέ, ῥῦσαι ἐξ ᾍδου.